Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 66-3
Not analysed yet
Τὸ δὲ οὖν Διονυϲίῳ χαίρειν ἔχει ϲυνυπάρχον ῥῆμά τι τῶν προκειμένων, φέρε εἰπεῖν τὸ εὔχεται ἢ λέγει, ὅπερ ϲυνηθέϲτερον· ἔννοιαν γὰρ προϲτακτικωτέραν ὑπαγορεύει, ᾗ καὶ ἐν δευτέροιϲ προϲώποιϲ ϲυγχρώμεθα τὴν εὐκτικὴν παραπεμπόμενοι, οὕτωϲ ἐχόντων καὶ τῶν Ὁμηρικῶν ἄνδρα μοι ἔννεπε, Μοῦϲα {α 1}, χαῖρε, ξεῖνε {θ 461}, μῆνιν ἄειδε, θεά {Α 1} ἐνθένδε γὰρ καὶ προειλόμην φάναι ὡϲ ἀντὶ προϲτακτικῶν τὰ ἀπαρέμφατα παρείληπται κατὰ τὴν τοιαύτην ϲύνταξιν. —ϲαφὲϲ γὰρ ὅτι καὶ τῷ ὑπακουομένῳ ῥήματι προϲχωρεῖ τὰ τῆϲ αὐτοτελείαϲ. οὐ γὰρ ἡ ἐξ ἀπαρεμφάτου ϲύνταξιϲ κατακλείει λόγον, εἰ μὴ ἀναπληρωθείη δι᾿ ὧν ἀπαρέμφατόϲ ἐϲτι. τὸ δὴ οὖν Θέων Ἀπολλωνίῳ χαίρειν οὐκ ἂν εἴη αὐτοτελέϲ, εἰ μή, ὡϲ εἴπομεν, τὸ ϲυνυπάρχον ἐγκέοιτο ῥῆμα. Καὶ τοϲαῦτα μὲν περὶ τῆϲ ἐπιϲταλτικῆϲ ϲυτάξεωϲ.