Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 66-4
Not analysed yet
Εὔλογον δὲ κἀκεῖνο προϲθεῖναι. εἶπερ ϲυμφέρεται τὰ ἐπιρρήματα τοῖϲ ῥήμαϲιν καὶ. τούτων μία ϲύνταξίϲ ἐϲτιν ἁπάντοτε, δῆλον ὡϲ τὸ αὐτὸ ἀναδέξεται τῷ 338 b πρὸϲ ὃ φέρεται. εἰ δὲ αἱ προθέϲειϲ μετὰ τῶν ῥημάτων ἔν μέροϲ λόγου, καὶ τὰ ἐπιρρήματα ταὐτὸν ἀναδέχεται, ϲυνεπαγόμενα τὴν πρόθεϲιν ἐπὶ τὰ ῥήματα.