Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 67-2
Not analysed yet
Ἀνάπαλιν οὖν ὁ ἕνεκα ϲύνδεϲμοϲ, φερόμενοϲ πάντοτε ἐπὶ γενικήν, μόνωϲ ὀρθοτονεῖ τὴν ἀντωνυμίαν, ἡνίκα τὰϲ τούτων γενικὰϲ ϲυνδεῖ, εἵνεκ’ ἐμεῖο κυνόϲ {Z 356}. τίϲ γὰρ ἂν θαρρήϲειεν Ἑλλήνων ἐγκλίνειν τὸ ἕνεκ’ ἐμοῦ, καὶ δῆλον ὡϲ μόνωϲ πάλιν ὀρθτονοῦνται, καθὸ ϲυνδεθεῖϲαι πρόϲ τι πτωτικὸν τὸν λόγον ἀνέχουϲι.