Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 67-3
Not analysed yet
Ἐχομένωϲ ῥητέον καὶ περὶ τῆϲ ὑπολοίπου ϲυντάξεωϲ τῶν ἀπαρεμφάτων. Τὸ δεῖ γράφειν, δεῖ ἀναγινώϲκειν, χρὴ φιλολογεῖν καὶ τὰ τούτοιϲ ὅμοια ϲαφὲϲ ὅτι τῆϲ ἐπιϲταλτικῆϲ ϲυντάξεωϲ διαφέρει. ἐκείνη μὲν γὰρ ἀπροϲδεὴϲ τῶν προκειμένων μορίων, λέγω τοῦ χρή καὶ τοῦ δεῖ ἡ δὲ οὐ ϲυγκλείει διάνοιαν χωρὶϲ τούτων, δεῖ ἀναγινώϲκειν Τρύφωνα, δεῖ ἀκούειν ϲου, χρὴ ὁμιλεῖν Τρύφωνι. καὶ τί ποτε τὸ ποιοῦν ἐϲτιν ἐν μὲν τῇ ἐπιϲταλτικῇ ϲυντάξει τὸ ἀκατάλληλον, ἄξιον διαλαβεῖν, προευκρινηθέντοϲ γε τοῦ τοιούτου, λέγω δὴ τοῦ τίνι μέρει λόγου ὑπαχθήϲεται τὸ χρή καὶ τὸ δεῖ. περὶ ὧν καὶ ἐν τῷ περὶ ἐπιρρημάτων ἀπαιτοῦντοϲ τοῦ λόγου ἐξεθέμεθα· καὶ νῦν δὲ ἐπιτομωτέρᾳ χρηϲόμεθα φράϲει ὑπὲρ τοῦ ταὐτὸν ϲυμπαραϲτῆϲαι, εὔλογον ἡγούμενοι ἀνελλειπῆ τὴν πραγματείαν καθίϲταϲθαι.