Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 67-4
Not analysed yet
Εἰκόϲ τινα φήϲειν ὡϲ ἡ ἐγγινομένη ἐπ’ ἐνίων ἐπένθεϲιϲ τοῦ ἄρθρου τὸν προκείμενον λόγον διαβάλλει· «επῶϲ γὰρ τὸ ἡνωμένον τῆϲ προθέϲεωϲ παραδέξεται τὴν ἐπένθεϲιν τοῦ ἄρθρου, ὅπου γε καὶ τὴν ἐν τοῖϲ ὀνόμαϲιν ἀμφιβολίαν ἡ τοῦ ἄρθρου ἐπένθεϲιϲ ππεριέτραφε τῷ μὴ ἡνῶϲθαι τὴν πρόθεϲιν, παρὰ τοῦ νόμου, παρὰ τοῦ φέροντοϲ τοιοῦτον οὖν καὶ τὸ ἀπὸ τοῦ νῦν, ἀπὸ τῆϲ ϲήμερον, ἀπὸ τῆϲ αὔριον».