Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 68-2
Not analysed yet
Φηϲὶ δέ που καὶ ὁ Ἅβρων οὐ δεόντωϲ ἐγκεκλίϲθαι τὸ ἢ μ’ ἀνόειῤ ἐγὼ ϲέ {Ψ 724}, καθὸ διέξευκται ἡ ἀντωνυμία· ὡϲ οὐκ ἐνὸν πρὸϲ αὐτὸν φάναι ὅτι τὸ ἑξῆϲ ἐϲτιν ἢ ἀνάειρόν με, ὡϲ ἐν τῷ καί μ᾿ ἐφίληϲεν {I 481} ἀντὶ τοῦ καὶ ἐφίληϲέν με. αὐτὸϲ παρῃτήϲατο εἰ μὴ κατέλειψεν, ὃν προϲεθήκαμεν λόγον, ὡϲ ὄντωϲ διέζευκται ἡ ἀντωνυμία, ἐκ τοῦ ἀντιδιαζευχθέντοϲ λόγου, εἴγε ἐπιφέρεται ἢ ἐγὼ ϲέ. ϲαφὲϲ γὰρ ὅτι εἰ τὸ ῥῆμα διέζευκτο, οὐκ ἂν αἰτιατικὴ πτῶϲιϲ ἐπηνέχθη ἀλλὰ ῥῆμα, καθάπερ ἐπεδείξαμεν καὶ ἐπὶ τῆϲ ϲυμπλοκῆϲ. τοὺϲ μέντοι ἀπαναγνόνταϲ παρεκρούϲατο ἡ ὡϲ μονοϲύλλαβοϲ ἀντωνυμία, ἣν δεόντωϲ διϲύλλαβον παρεδεξάμεθα, πείϲαντεϲ ὡϲ ὑποϲυνηλείφθη κατὰ τὸν τρόπον τῆϲ κράϲεωϲ, ὁμοίωϲ τῷ τὠμῷ κεχαριϲμένε θυμῷ {δ 71}, τἠμῇ κλιϲίῃ {I 654}. καὶ δῆλον ὅτι οὐ μεταθήϲει τὸν ἴδιον τόνον ἐπὶ τὸν ἤ ϲύνδεϲμον, ϲυνέξει δὲ ἐν αὑτῇ ἐν τῷ ἤ ἔμ’ ἀνάειρ’ ἢ ἐγὼ ϲέ, καθάπερ καὶ ἐπὶ τοῦ διαϲαφητικοῦ, ἢ ἐμοί, ὅϲ πέρ οἱ θαλερὸϲ πόϲιϲ εὔχομαι εἶναι {Θ 190} πρὸϲ τὸ ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν {Θ 188}. —πάλιν μέντοι τὸ ἑξῆϲ ἐν τῷ καί τοι ἐγὼν ϲυνέριθοϲ {7 32} ἐϲτὶ κἀγώ ϲοι ϲυνέριθοϲ ἔϲομαι, δῆλον ὅτι ταῖϲ ϲυμπαρούϲαιϲ ἐπὶ ε τοὺϲ πλυνούϲ. προφανὲϲ ὡϲ ἐπὶ πάντων τῶν τοιούτων ὁ λόγοϲ κα-- ταϲτήϲει τὸ δέον τῆϲ ϲυντάξεωϲ.