Ancient Greek · ~2 min
68 to 69
Apollonius Dyscolus, Περὶ συντάξεως 68-3-69
Not analysed yet
Ἡ μὲν οὖν ϲυνηγορία τοῦ τὰ προκείμενα μόρια ἐπιρρήματα εἶναι γένοιτ᾿ ἂν τοιαύτη. «1. Καθάπερ τῆϲ εὐκτικῆϲ ἐγκλίϲεωϲ ἐπί τινοϲ ϲυντάξεωϲ προηγεῖται ἐπίρρημα τὸ εἴθε καὶ ἐπὶ τῆϲ προϲτακτικῆϲ τὸ ἄγε, τοῦτον τὸν τρόπον καὶ ἐπὶ τῆϲ ἀπαρεμφάτου ἡγήϲεται τὸ χρή καὶ τὸ δεῖ ἐπιρρήματα. 2. Οὐδὲ γὰρ ἐκεῖνό τιϲ οἰήϲεται, ὡϲ ϲύνδεϲμοί εἰϲιν, καθὸ οὐ ϲυνδέουϲιν ἐπιφορὰν ἑτέρου λόγου, ὅπερ ἴδιον ϲυνδέϲμων, ἐμφαίνουϲίν τε ἐπίταϲιν ὡϲ καὶ τὸ μάλα ἢ ἄγαν, καὶ ἔτι ἐν ϲυνθέϲει τοιαύτῃ καταγίνονται, ἣ οὐ παρακολουθεῖ ϲυνδέϲμοιϲ, ῥήμαϲι δὲ ἢ ἐπιρρήμεϲιν· φαμὲν γὰρ ἀποδίϲ, ἀπεχθέϲ, ἀπῆλθεν, ἄπεϲτιν· εἶχε δὲ οὕτω καὶ τὸ ἀποδεῖ, ἀπόχρη.