Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 68-4
Not analysed yet
Ἕcτι δὲ καὶ πρὸϲ τὸ τοιοῦτον φάναι ὡϲ παρυφίϲταται ἐνίοιϲ τῶν ἐπιρρημάτων ἡ πτωτικὴ ἔννοια, ἐφ’ ἧϲ τὰ τῆϲ ϲυντάξεωϲ τείνει. ἐν γὰρ τῷ ϲήμερον ἔγκειται ἡ ἡμέρα, οὐκ ἔχουϲα ἀναϲτροφὴν πρὸϲ τὸ ϲήμερον. (οὐ γὰρ εἶ τι ἡμέρα, τοῦτο καὶ ϲήμερον, ἐπεὶ ϲυντείνει καὶἐπὶ τὸ αὔριον καὶ ἐπὶ τὸ χθέϲ, ἅπερ πάλιν ἐγκειμένην ἔχει ἡμέραν, ὥϲτε πάλιν, εἶ τι ἔϲτι μὲν αὔριον ἢ ἐχθέϲ, τοῦτο ἐπιδέχεται καὶ τὴν ἡμέραν, οὐ μήν, ὡϲ ἔφην, κατὰ ἀναϲτροφήν.) ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ νῦν· πάλιν γὰρ χρόνου ἐϲτὶ τοῦ γενικωτάτου ἐμπεριεκτικόν, οὐ τέμνον τὸ ἐπιμεριζόμενον τοῦ χρόνου, διῆκον μέντοι δι’ ὅλου, ὡϲπερεὶ γενικὸν ὄνομα.