Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 69
Not analysed yet
Καὶ αἱ προθέϲειϲ δὲ παρατιέμεναι ταῖϲ ἀντωνυμίαιϲ ταὐτὸν ἀποτελοθϲι, παρ’ ἐμοί, διὰ ϲοῦ, ἀφικνεῖται παρὰ ϲέ. καὶ ἕνεκα e~rcaaoua* τούτου τὸ παρὰ Θεοκρίτῳ ϲὺν καὶ τρίτοϲ ἁμὶν Ἀμύνταϲ {V5I 2} δεόντωϲ πξίωϲάν τινεϲ ὀρθοτονεῖν. Περιϲϲὸν ἡγοῦμαι, τῆϲ ϲυντάξεωϲ προδήλου οὖϲηϲ, πλείοϲιν ὑποδείγμαϲιν χρῆϲθαι. ἐκεῖνο γάρ ἐϲτιν ἐπεξεργάϲαϲθαι ἀναγκαῖον, εἰ κατά τινα φυϲικὴν ἀκολουθίαν τὸ τοιοῦτο παρεπόμενόν ἐϲτιν. οὐ γὰρ οὕτω κατεπείγει τὸ τῆϲ ϲυντάξεωϲ, καθὸ πρόδηλόν ἐϲτι· τὸ δὲ τοῦ λόγου ἐπὶ πᾶϲιν οὐκ εὐϲύνοπτον.