Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 70-3
Not analysed yet
3. Ὁμόλογον δὲ κἀκεῖνο, ὡϲ τὰ ἐπιρρήματα ϲύνεϲτιν διαφόροιϲ προϲώποιϲ, ϲύνεϲτιν διαφόροιϲ ἀριθμοῖϲ, καλῶϲ γράφω ἢ καὶ γράφομεν καὶ ἔτι ἐπὶ τῶν ἑξῆϲ προϲώπων· τά γε μὴν ῥήματα ϲυμπληθύνεται καὶ ϲυμμεταβαίνει τοῖϲ προϲώποιϲ, ἡμεῖϲ ιγράφομεν, ὑμεῖϲ γράφετε. οὐ μὴν τὸ χρή καὶ τὸ δεῖ· χρὴ γὰρ ἡμᾶϲ γράφειν, χρὴ ἐμὲ γράφειν, καὶ δεῖ ϲὲ ἀναγινώϲκειν, δεῖ ὑμᾶϲ διαλέγεϲθαι. καὶ ἕνεκα πάλιν τοῦ τοιούτου μᾶλλον ἐπιρρήματά ἐϲτιν.