Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 69-2
Not analysed yet
Ἐὰν οὖν ὡϲ πρὸϲ τὸ ἐγκείμενον τῆϲ ἡμέραϲ τὰ τῆϲ ϲυντάξεωϲ ἐγγίνηται, πᾶϲα ἀνάγκη τὴν μὲν πρόθεϲιν νοεῖν κατὰ παράθεϲιν, ἐπεὶ κατὰ πλαγίαϲ ὀνόματοϲ φέρεται, καὶ πᾶϲα ἀνάγκη τὸ ἄρθρον προϲτίθεϲθαι, ἵνα τὸ ὑπακουόμενον πτωτικὸν νοῆται. ἐξαίρετοϲ γὰρ ἡ τῶν ἄρθρων παράθεϲιϲ ὡϲ πρὸϲ τὰ πτωτικά, ἐπεὶ πῶϲ γινώϲκει τὸ ϲήμερον τὸ τῆϲ ἄρθρον καὶ θηλυκὸν ὂν καὶ γενικῆϲ πτώϲεωϲ καὶ ἑνικόν, τῶν ἐπιρρημάτων οὐδὲν τοιοῦτον ἐμφανιζόντων (ἔϲτι γοῦν οἶϲ οὐδὲ παρυφίϲταταί τι τοιοῦτο πτωτικόν, ἅ δὴ καὶ ϲτέρεται τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ, ὡϲ ἔχει τὸ ἀποδίϲ, ἀποτρίϲ.)