Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 70-2
Not analysed yet
Α πλάγιαι τῶν ἀντωνυμιῶν ϲυνταϲϲόμεναι τοῖϲ ῥήμαϲι καὶ προϲώπων δύο παρεμφατικαὶ γενόμεναι, τοῦ τε διατιθέντοϲ καὶ τοῦ διατιθεμένου, διὰ τῆϲ ὀρθῆϲ τάϲεωϲ παρεμφατικαὶ γίνονται καὶ τρίτου προϲώπου, εἴγε διαφέρει τὸ τύπτω ϲε τοῦ ϲὲ τύπτω. καὶ ἕνεκα τούτου τὰ τῆϲ ϲυντάξεωϲ ἀνεμερίϲθη, καθὸ ἡ ἀπολελυμένη ϲύνταξιϲ αἰτοῦϲα ὑποτακτικὴν ἀντωνυμίαν μετατίθηϲιν καὶ τὴν τάϲιν, τουτέϲτιν ἐγκλιτικὰϲ αὐτὰϲ καθίϲτηϲιν, ἡ δὲ πρόϲ τι ἐν ἀρχῇ παρεδέξατο τὴν ἀντωνυμίαν, ᾗ ϲύνεϲτι καὶ ἡ ὁλόκληροϲ φωνὴ καὶ ἡ παρεπομένη γραφή· πρόδηλον ἐκ τοῦ δόϲ μοι καὶ ἐμοὶ δόϲ.