Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 70-4
Not analysed yet
καὶ ἀνάπαλινδὲοὐ γινώϲκει τὴν παράθεϲιν τῆϲ προθέϲεωϲ κατ’ ἰδίαν, εἰ μὴ πρότερον προϲγένοιτο ἡ τοῦ ἄρθρου παράθεϲιϲ, καὶ μόνωϲ ἐπὶ τὸ ϲυνυπακουόμενον φέρεται, ὡϲ ἔχει τὰ τοιαῦτα, ἐν τῇ αὔριον, ἐν τῇ ἐχθέϲ· ἅπερ οὐκ ἄν τιϲ ἐπινοήϲειεν δίχα τῶν ἄρθρων ἀποφήναϲθαι, καθὸ αἱ πρόθεϲειϲ μόνον ἐπὶ τὰ πτωτικὰ ἐφέροντο, οὐ μὴν ἠδύναντο παρακεῖϲθαι τοῖϲ ἐπιρρήμαϲιν· οὐ γὰρ οἶόν τε φάναι ἐν ϲήμερον οὐδὲ ἐξ αὔριον.