Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 8-4
Not analysed yet
Ἔcτι δὲ καὶ ὑπὲρ τῆϲ ἀμειβομένηϲ τάϲεωϲ κατ’ αὐτὰϲ φάναι, 5 De De anastrophe accentus praepositionus. ὡϲ τὸ πρῶτον καὶ ἐν ἄλλοιϲ μέρεϲι τοῦ λόγου ἐξαίρετά τινα παρέπεται, ἃ οὐ πάντωϲ ϲυμφερόμενα τοῖϲ ἄλλοιϲ ἄπορα καταϲτήϲεται, ὥϲ γε ἔϲτιν ἐπινοῆϲαι ἐπὶ τῶν ἐγκλιτικῶν μορίων καὶ ἔτι ἐπὶ τῶν πυϲμάτων κατὰ βαρεῖαν τάϲιν καὶ τῶν ἀορίϲτων κατ’ ὀξεῖαν. οὐ δὴ οὖν ἀπψδὸν τὸ τὴν πρόθεϲιν διτονεῖν, ὅπερ ἐπικοινωνεῖ καὶ ἀντωνυμίαιϲ ἐγκλινομέναιϲ καὶ ὀρθοτονουμέναιϲ, τῷ ωϲ ἐν ἀρχῇ τιθεμένῳ καὶ ἐν μέϲῃ λέξει, καθὸ περιϲπᾶται ,παραπληρωματικῷ τῷ η περιϲπωμένῳ μὲν καῖ ἀρχὴν τῶν λόγων, οὐ μὴν κατὰ τὰϲ ὑποτακτικὰϲ ϲυντάξειϲ, ὡϲ ἐν τῷ τί ἤ δὲ ϲὺ νόϲφιν ἀπ’ ὄλλων {Ο 244}, ὅτι κάλλιϲτον ἢ κατὰ Ξάνθιππον {?}. ἔϲτι καὶ ἄλλα ἐπινοῆϲαι μυρία. —