Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 71-2
Not analysed yet
Ἀλλὰ κἀκεῖνοϲ ὁ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὡϲ αἱ προθέϲειϲ ϲυντίθενται κατ᾿ εὐθεῖαν καὶ κατὰ τὰ ῥήματα, κατὰ δὲ τὰϲ πλαγίαϲ παρατίθενται, ἐπὶ μὲν ἀντωνυμιῶν προφανῶϲ, ἐπὶ δὲ ὀνομάτων δόξει τὰ τοῦ λόγου διαψεύδεϲθαι· λέγομεν γὰρ Ὑπέρβολον, Ἐπίκουρον. ὅπερ εἴ τιϲ τἀκριβὲϲ ἐξετάϲειεν, οὐχ εὕροι ἂν τὴν πλαγίαν ϲυντιθεμένην, ϲυνθέτου δὲ εὐθείαϲ κλίϲιν γενομένην μένην. ἰδιάζουϲαι γοῦν αἱ πλάγιοι ἐν ταῖϲ προθέϲεϲιν πρόδηλον ποιοῦνται τὴν παράθεϲιν, κατὰ Κτηϲ¦ω[ωντοϲ, πρὸ Ἀριϲτάρχου. καὶ δι᾿ ὅ τι τὸ τοιοῦτο παρεπόμενόν ἐϲτιν, ἐν τῇ περὶ αὐτῶν ϲυντάξει εἰδι᾿