Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 71-3
Not analysed yet
4. Οὐδὲ γὰρ ἐνὸν φάναι ὡϲ ῥήματά ἐϲτιν ἀπαρέμφατα, οἷϲ παρακολουθεῖ τὸ μὴ εἰϲ ἀριθμὸν διάφορον παραλαμβάνεϲθαι, τὸ μὴ προϲδιακρίνειν πρόϲωπον, περὶ ὧν καὶ ἐν τοῖϲ προκειμένοιϲ ἐκτεθείμεθα. ἰδοὺ γὰρ οὔτε τὰ τῆϲ φωνῆϲ ὑπακούει ἰδιώματα οὔτε τὰ τῆϲ ϲυντάξεωϲ. ποῖον γὰρ ἀπαρέμφατον εἰϲ ει δίφθογγον λήγει ἢ εἰϲ η; ἢ πότε ἀπαρέμφατα δύο μετὰ πτωτικοῦ τινοϲ λόγον παρίϲτηϲιν, φαμὲν δέ γε δεῖ περιπατεῖν Διονύϲιον. καὶ ἕνεκα τούτου ἀποϲτήϲεται τοῦ μεριϲμοῦ τῶν ἀπερεμφάτων. οὐ μὴν πάλιν ὑποϲταλήϲεται τοῖϲ λοιποῖϲ ῥήμαϲι, καθὸ πάλιν ἀντίκειται τὸ ἀδιάκριτον πρόϲωπον καὶ ἔτι ὁ μὴ παρακο λουθῶν ἀριθμόϲ, ὃϲ ἦν κοινὸϲ ἁπάντων ῥημάτων.»