Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 71-4
Not analysed yet
Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐν τοῖϲ τοιούτοιϲ, ἐν τῷ ὑποκάτω, ἐν τῷ ἐπάνω· πρὸϲ γὰρ πάλιν τὸ ἐγκείμενον τοῦ τόπου ἡ τοῦ ἄρθρου παράθεϲίϲ ἐϲτι μετὰ τῆϲ καταρχούϲηϲ προθέϲεωϲ ἐν παραθέϲει. δι’ δ καὶ ἐν τοῖϲ μεριϲμοῖϲ χρὴ νοεῖν τὴν μὲν προτέραν πρόθεϲιν ἐπὶ τὸ ἐγκείμενον τῆϲ δοτικῆϲ μετὰ τοῦ ϲυνόντοϲ ἄρθρου ἐν παραθέϲει καθίϲταϲθαι, τὴν δὲ δευτέραν κατὰ ϲύνθεϲιν οὖϲαν τοῦ τοπικοῦ ἐπιρρήματοϲ.