Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 72-2
Not analysed yet
Αἱ γὰρ παρατιθέμεναι ἐν ταῖϲ πλαγίαιϲ τῶν ἀντωνυμιῶν ἀναγκαίωϲ ἀρκτικὰϲ αὐτὰϲ ποιοῦϲιν· προθετικαὶ γὰρ οὖϲαι ϲυμπροτιθεῖϲι καὶ τὰϲ πλαγίουϲ, αἷϲ καὶ ϲυντάϲϲονται· καὶ οὕτω τῶν ῥημάτων δευτέρων γινομένων μετὰ τὰϲ ἀντωνυμίαϲ ἀνάγκη πᾶϲα ἐγγίνεϲθαι ὀρθὴν τάϲιν ταῖϲ ἀντωνυμίαιϲ, καθὼϲ ἐπεδείξαμεν ὅτι ἀδύνατόν ἐϲτιν ἐπινοῆϲαι ἐγκλιτικὴν πρὸ ῥήματοϲ τοῦ πρὸϲ ὃ ποιεῖται τὴν ϲύνταξιν. φαμὲν γὰρ ἔγραψά ϲοι λαλῆϲαι Ἀπολλωνίῳ, οὐ τῆϲ ἀντωνυμίαϲ ϲυνταϲϲομένηϲ τῷ λαλῆϲαι, τῷ δὲ ἔγραψα, πρὸϲ ὃ καὶ τὴν τάϲιν ἀπηρείϲατο.