Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 72-3
Not analysed yet
Ἀλλ᾿ ἔϲτι γε πρὸϲ ταῦτα φάναι· 1. Εἰ ἔϲτιν ἐπιρρήματα αὐτὸ μόνον φερόμενα ἐπὶ ἀπαρέμφατα, ὡϲ τὸ εἴθε ἐπὶ εὐκτικὰ καὶ τὸ ἄγε ἐπὶ προϲτακτικά, τί δή ποτε οὐ ϲυμφέρεται τοῖϲ κατ᾿ εὐθεῖαν προϲώποιϲ; ὡϲ ἔχει τὸ εἴθε ἐγὼ γράφοιμι, εἴθε ἡμεῖϲ γράφοιμεν, ἄγε γράφωμεν ἡμεῖϲ, ἄγε γράφετε ὑμεῖϲ. οὐδὲ γὰρ ἔϲτι φάναι δεῖ ἐγὼ γράφειν οὐδὲ χρὴ ὑμεῖϲ γράφειν, τῆϲ τῶν ἐπιρρημάτων ϲυντάξεωϲ τὸ τοιοῦτον οὐκ ἐμποδιζούϲηϲ, εἴθε ὑμεῖϲ ἀκούοιτε, εἴθε ὑμᾶϲ θεάϲαιτο, εἴθε ὑμῶν ἀκούοι· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. —