Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 72-4
Not analysed yet
Δείκνυται ἄρα διὰ τοῦ τοιούτου ὡϲ τὸ ἀπεχθέϲ οὐ δύναται προϲλαβεῖν τὸ ἄρθρον, ὅτι ἐπὶ τὸ χρονικὸν ἐπίρρημα φέρεται· ἕν γὰρ μέροϲ λόγου. τὸ μέντοι ἀπὸ τῆϲ ἐχθέϲ ἰδίαϲ ϲυντάξεωϲ ἔχεται, τῆϲ πρὸϲ τὸ ἐπιφερόμενον ὄνομα, ὅμοιον καθεϲτὼϲ τῷ ἐκ τῆϲ ϲήμερον ὃ πάντωϲ κατ’ ἐπένθεϲιν τὴν τοῦ ἄρθρου ἐγεγόνει· οὐ γὰρ ἦν τι ἐκ ϲήμερον. —Τῆϲ τοιαύτηϲ οὖν ἀποδείξεωϲ, ὡϲ ἔφαμεν, ἐδέετο ὁ προκείμενοϲ λόγοϲ ὑπὲρ τοῦ πιθανώτερον τὸν ἐπιμεριϲμὸν γίνεϲθαι.