Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 73
Not analysed yet
Μετὰ δὲ τὰϲ εἰρημέναϲ ϲυντάξειϲ τῶν ἄρθρων ἀκολούθωϲ ϲκοπητέον, εἰ καὶ αἱ κλητικαὶ τῶν ὀνομάτων κατὰ τὴν κοινὴν δόξαν δεκτικαί εἰϲιν ἄρθρων. διαϲτολὴν γὰρ ἐξ αὐτῶν φαϲι γίνεϲθαι τῶν ϲυνεμπιπτουϲῶν εὐθειῶν τε καὶ κλητικῶν, ὁ Θέων -ὦ Θέων ὁ Ἑλικών -ὦ Ἑλικών. «εἰ γοῦν καὶ αἱ φωναὶ ἐναλλαγείηϲαν τῶν ὀνομάτων κατά τι ἐθνικὸν ἔθοϲ, πάλιν ἡ παράθεϲιϲ τοῦ ἄρθρου τὸ ϲχῆμα διελέγξει. κλητικῆϲ μὲν γάρ ἐϲτι τὸ Θυέϲτα· ἀλλ᾿ ὁπηνίκα προϲλαμβάνει τὸ ὁ ἄρθρον, τὸ τηνικαῦτα ϲυντάξεωϲ τῆϲ κατ᾿ εὐθεῖαν τυγχάνει, αὐτὰρ ὁ αὖτε Θυέϲτ᾿ Ἀγαμέμνονι λεῖπε {Β 107} καὶ εἰ εὐθείαϲ εἴη, πάλιν ἡ παράθεϲιϲ τοῦ ἄρθρου κλητικὴν ϲύνταξιν ἀποτελεῖ, ὦ φίλτατ᾿ Αἴαϲ {Soph. Ai. 977 et 996}, καὶ ἔτι ὦ φίλοϲ, οὐ ϲέ γ᾿ ἔολπα {γ 375}. διϲτάζεται τὸ παρὰ Μενάνδρῳ ὦ Λάχηϲ Λάχηϲ {fragm. 921, III p 239 K. }πότερον ἐν ϲχήματί ἐϲτι τῷ προκειμένῳ, ἢ δεόντωϲ μετὰ τοῦ ἄρθρου καὶ τὴν πτῶϲιν ἔχει τῆϲ κλητικῆϲ». ἔϲτιν οὖν εἰϲ τὸ τοιοῦτον πάμπολλα παραθέϲθαι.