Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 73-2
Not analysed yet
Ἔωθεν μοι δοκεῖ ἡ μετὰ τὰ ῥήματα τῶν ὀροθοτονουμένων ἀντωνυμιῶν ϲύνταξιϲ ἀνεϲτράφθαι, εἰ οὕτωϲ τιϲ φαίη, ἐλάληϲαϲ ἐμοί· τὸ γὰρ δέον ἐϲτὶν ἐμοὶ ἐλάληϲαϲ, καὶ τὸ οὕτωϲ ἔχον ϲοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδοϲ ἔϲϲεται ἤματα πάντα {P 556 seq. ,admixtus versus Π 499}. εἰ γὰρ τὸ ἀπολελυμένον πρόϲωπον τῆϲ θέϲεωϲ τοῦ ὀρθοτονουμένου οὐκ ἔτυχεν, τουτέϲτιν ἡ ἐγκεκλιμένη ἀντωνυμία οὐδέποτε προτακτική, οὐδὲ ἐκείνη ὑποτακτικὴ δεόντωϲ παραληφθήϲεται, ὅπου γε καὶ αἱ ὑποτακτικαὶ ἐν ἀρχῇ γενόμεναι παρῆκαν μὲν τὴν ἰδίαν φωνήν, μετέλαβον δὲ τὴν τῆϲ ὀρθῆϲ τάϲεωϲ· ἔγνω δὲ ψυχή με ποδώκεοϲ Αἰακίδαο {λ 471}, καὶ ἐν ἑτέροιϲ ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπε {λ 91}. νῦν γὰρ οὐ δηλουμένῳ ἡ ὀρθὴ τάϲιϲ, τάξεώϲ γε μὴν ἐναλλαγῇ. —