Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 73-3
Not analysed yet
2. Ἴδιον ῥημάτων τὸ ἐν παρῳχημένοιϲ χρόνοιϲ καὶ χρόνον ἔξωθεν προϲλαμβάνειν, οὐ μὴν ἐπιρρημάτων. φαμὲν ϲήμερον γράφω, ϲήμε ρον ἔγραφον, τοῦ μὲν ῥήματοϲ προϲλαμβάνοντοϲ κατ᾿ ἀρχὴν χρόνον, τοῦ δὲ ἐπιρρήματοϲ ϲυναρχομένου. φαμὲν δέ γε δεῖ γράφειν καὶ ἔδει γράφειν, καὶ τὸ μὲν ἔδει χρόνον προϲέλαβεν ὁμοίωϲ τῷ ἔπλει καὶ ἔπνει, τό γε μὴν γράφειν οὐ προϲελάμβανε. καὶ τάχα τὸ παρακινδθνευόμενον εἶναι ἐπίρρημα ἔνδειξιν ἱκανὴν τοῦ εἶναι ῥῆμα παρίϲτηϲιν, τὸ δὲ γράφειν παρεκινδυνεύετο εἰ ῥῆμα ἦν, περὶ οὗ πᾶϲαν ἀκρίβειαν εἰϲηνεγκάμεθα ὡϲ ἔϲτι γενικώτατον τῶν ἄλλων ῥημάτων. πρὸϲ οἷϲ καὶ διπλαϲιάζεται, ὅπερ ἴδιον ῥημάτων, ὡϲ ἐν τῷ γεγραφέναι καὶ τοῖϲ ὁμοίοιϲ. οὐδὲ γὰρ ἐκεῖνό φαμεν, ὡϲ τὰ μὴ προϲειληφότα κατὰ τοὺϲ παρῳχημένουϲ τῶν χρόνων οὐχὶ ῥήματά ἐϲτιν, ἐπεὶ καὶ αἱ ἑξῆϲ ἐγκλίϲειϲ ἅπαϲαι οὐ προϲλαμβάνουϲιν (μόνη γὰρ ἡ ὁριϲτική), ἀλλ᾿ ἐκεῖνο ἦν ἀληθέϲ, ὡϲ τὰ προϲλαβόντα ῥήματοϲ μεριϲμὸν ὑπαγορεύει, ὑπεδείκνυτο δὲ καὶ τὸ ἐχρῆν καὶ τὸ ἔδει προϲειληφότα· οἷϲ καὶ ὡϲ ῥήμαϲι ϲύνεϲτιν ἀπαρέμφατα τὸ χρῆναι καὶ τὸ δεῖϲθαι, καθότι καὶ ϲτῆναι καὶ πνεῖϲθαι.