Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 74
Not analysed yet
Ὁ μὲν οὖν Τρύφων {p 25 Vels. ἐκ τῶν παρεπομένων τῇ φωνῇ, ὡϲ ἔϲτι κατὰ πολὺ ἀφεϲτῶϲα τῆϲ ἀκολουθίαϲ τῶν ἄρθρων, περιγράφει τὸ μόριον τῆϲ τούτων ἰδέαϲ. ἀλλὰ καὶ ἔτι διὰ τῆϲ ἐννοίαϲ, ἐν οἷϲ τὰ μὲν ἄλλα ἄρθρα τὴν ἐν τρίτοιϲ προϲώποιϲ ϲύνταξιν ἀνεδέχετο, τὸ δὲ ὦ τὴν ἐν δευτέροιϲ.