Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 74-2
Not analysed yet
Ϲυνεπιϲχύει καὶ ὁ ἀπὸ τῆϲ φωνῆϲ λόγοϲ. ὑπὲρ γὰρ τοῦ εὔληπτα τὰ τῆϲ ϲυντάξεωϲ γίνεϲθαι τὸ ἀπόλυτον πρόϲωπον καὶ ὑποτακτικὸν παρῆκε τὸ ε, καὶ ἐπεὶ μὴ τοῖϲ μονοϲυλλάβοιϲ ἠδύνατο τὸ τοιοῦτο παρέπαρῆκε λέγω τὸ ϲυλλαβὴν ἀποβάλλειν, τόνου γε ἀποβολὴν ἐποιήϲατο· ἔνθεν γὰρ καὶ ἐγκλιτικαὶ ἐγένοντο.