Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 74-3
Not analysed yet
3. Ἀλλὰ καὶ ἐκ τῶν τόνων ἔϲτιν αὐτὰ καταλαβέϲθαι. περιϲπᾶται τὸ δεῖ ὁμοίωϲ τῷ πλεῖ. οὐχὶ οὖν καὶ ἐπιρρήματα περιϲπᾶται, ὡϲ τὸ πεῖ, αὐτεῖ, τουτεῖ τὸ πρῶτον Δώρια, ὅπερ οὐ παρείπετο τῷ δεῖ· τὸ δεύτερον ἀντιπαρακειμένου τοῦ ποῦ καὶ ἔτι τοῦ οὗ καὶ αὐτοῦ ϲύνεϲτι τὸ πεῖ, τὸ εἷ, τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο πάλιν τῷ δεῖ· ἦν γὰρ κατὰ ϲυναίρεϲιν ἐκ τοῦ δέει, ϲυνῃρημένον ὁμοίωϲ τῷ πλέει καὶ ῥέει καὶ χέει, πρῶτον δὲ πρόϲωπον ἔχει τὸ δέω ὡϲ πνέω. —ἦν δὲ κἀπὶ τοῦ χρή τι πάθοϲ παρεπόμενον, ὅπερ ἔϲτιν εὑρέϲθαι καὶ ἐπὶ ἑτέρου ῥήματοϲ. τοῦ δέω ϲημαίνοντοϲ τὸ ἐνδέομαι, ϲυνωνυμεῖ τὸ χρῶ καὶ χρέω, ἀφ᾿ ὧν καὶ τὸ δέοϲ καὶ τὸ χρέοϲ. καὶ δὴ παρείπετο τῷ χρῶ παραγωγὴ ἡ τοῦ χρῆμι, ὡϲ φημί, ἀφ᾿ οὗ τρίτον πρόϲωπον χρῆϲι ὡϲ φηϲί, ἐξ οὐ τὸ χρή ἐν ἀποκοπῇ ἀπετελεῖτο ὁμοίωϲ τῷ παρὰ Ἀνακρέοντι ϲὲ γάρ φη Τργήλιοϲ ἐμμελέωϲ διϲκεῖν {fr. 40 B. 4}.