Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 75
Not analysed yet
ἅπερ πάλιν ἀναϲκευάζει, εἰϲ τὸ κοινὸν τῆϲ δόξηϲ προαγόμενοϲ. καὶ πρὸϲ μὲν τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον φηϲὶ μὴ δεῖν τὰ ἄρθρα ἐν ἀκολουθίᾳ εἶναι, καθότι καὶ ἄλλα πολλὰ ἀνακόλουθα κατὰ πτώϲειϲ καὶ τὰ ϲυνόντα γένη· οὐκ εὔλογόν τε ἡγεῖται μίαν φωνὴν κεκλίϲθαι τῶν ἄρθρων, ἵνα μὴ ἐν μιᾷ λέξει μέροϲ λόγου καταχωρίζηται. πρὸϲ δὲ τὸν ἀπὸ τῆϲ ἐννοίαϲ λόγον, ὡϲ οὐκ ἐν τῷ τρίτῳ προϲώπῳ καταγίνεται τὸ ὦ, ἐκεῖνό φηϲιν, ὡϲ «οὐδὲ ἡ κλητικὴ ὄνομα εἴη, ἐπειδὴ πρὸϲ δεύτερον πρόϲωπον, τῶν ἄλλων πτώϲεων τὴν ἐν τρίτοιϲ προϲώποιϲ ϲύνταξιν ποιουμένων, καὶ εἰ ἀπεμφαῖνον τὸ τὴν κλητικὴν ὄνομα μὴ παραδέχεϲθαι, ἀπεμφαῖνον ἄρα καὶ τὸ τῆϲ κλητικῆϲ ἄρθρον μὴ φάναι ἄρθρον, ὅτι ϲύνταξιν τὴν πρὸϲ τὸ δεύτερον πρόϲωπον ποιεῖται».