Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 75-2
Not analysed yet
Οἰήϲεταί τιϲ ἀντικεῖϲθαι τὰϲ πληθυντικάϲ, καθὸ εἰϲ ἔγκλιϲιν παραλαμβανόμεναι οὐ παραφθείρουϲιν τὸν ἐν ἀρχῇ χρόνον, ἤκουϲεν ἤμων Διονύϲιοϲ. ἀλλ᾿ εἴιπομεν κατ᾿ ἀρχὴν ὡϲ ἔϲθ᾿ ὅτε ἰδίωμα φωνῶν ἐλλειπεωτέραϲ καθίϲτηϲιν διηνεκεῖϲ τηρήϲειϲ, ὥϲπερ καὶ ἐν τοῖϲ τριγενέϲι τῶν ὀνομάτων πάλιν ἰδίωμα φωνῆϲ ἐκκόπτει τριγένειαν. —πρῶτον μὲν γὰρ ἡ δαϲεῖα οὐ θέλει ἀφαιρεῖϲθαι· δείκνυμεν δὲ ὅτι ἀναγκαίωϲ αἱ πληθυντικαὶ ἀπὸ δαϲείαϲ ἤρξαντο. εἰ γὰρ καὶ χρόνοϲ ἀφῃρεῖτο τοῦ η, πάντωϲ ἂν καὶ ἡ ἄρχουϲα ψιλὴ ἐγένετο· αἱ γὰρ ἀπὸ βραχείαϲ ἀρχόμεναι ἀντωνυμίαι ψιλοῦνται. ἔνθεν ὁ Αἰολεὺϲ ϲυνέϲτειλεν εἰϲ βραχὺ ᾱ τὸ ἄμμων. —καὶ ϲυνεχὲϲ τὸ ε ἐν ταῖϲ κατὰ πρόϲωπον κλίϲεϲιν καὶ προϲτίθεται καὶ ἀφαιρεῖται, ἑώρων, ἕηκα, ἔειπα, ἀλλὰ κα τὸ ἔβη βῆ, ἔφη δῆ, καὶ ἐν ἀντωνυμίαιϲ τὸ ἑοῖ, ἑοῦ. καὶ διὰ τοῦτο αἱ ἀπὸ τοῦ ε ἀρξάμεναι ἀντωνυμίαι ἀναγκαίωϲ τὸ ε διαφθείρουϲιν. —ἠρκέϲθη οὖν ἡ ἔγκλιϲιϲ αὐτὸ μόνον διὰ τῆϲ μεταθέϲεωϲ τοῦ τόνου, ἤκουϲ᾿ ἥμων, λέγω ἀπολύτωϲ, τῆϲ τάϲεωϲ μετατιθεμένηϲ κατὰ τὴν ἄρχουϲαν· ἠδυνάτει γὰρ ἐπὶ τὸ προκείμενον μόριον προελθεῖν, εἴγε μέχρι τριῶν χρόνων τὰ τῆϲ ἀμοιβῆϲ τοῦ τόνου ἐγγίνεται. καὶ ἕνεκα τούτου τὸ καί ϲφεαϲ {Δ 284. 337 alibi} ἐξ ὅληϲ τῆϲ ἀντωνυμίαϲ μετέθηκεν τὸν τόνον, οὐ μὴν πάλιν τὸ ἡμᾶϲ. ἐν τῷ περὶ τόνων ἀκριβέϲτερον τὰ τοιαῦτα ἐπιδείκνυμεν.)