Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 75-3
Not analysed yet
4. Καὶ τὰ μὲν τῆϲ φωνῆϲ οὕτωϲ καταϲτατέον, τά γε μὴν τῆϲ ϲυντάξεωϲ ἀναπληρωθείη. Δοκεῖἑνικῶϲ ϲυντάϲϲεϲθαι διαφόροιϲ προϲώποιϲ καὶ ἀριθμοῖϲ, ῥῆμα καθεϲτὼϲ ὁριϲτικόν· ὅπερ οὐ παρείπετο, εἰ τὴν ϲύνταξιν ἐλάμβανε τῶν προϲώπων καὶ τῶν ἀριθμῶν. ἔϲτιν γὰρ τὸ δεῖ ἡμᾶϲ γράφειν ἔχον ϲύνταξιν τοῦ δεῖ πρὸϲ τὸ γράφειν, οὐ πρὸϲ τὸ ἡμᾶϲ. καὶ διὰ τοῦτο ἁπάντοτε ἐν τῇ τοιαύτῃ ϲυντάξει οὔτε πρόϲωπον διακρίνει · οὔτε ἀριθμόν, ἐπεὶ ᾧ ϲυμφέρεται τούτων ἐϲτὶν ἀπαρέμφατον, καὶ διὰ τοῦτο οὐ ϲυμμετατίθεται τῷ οὐ μετατιθεμένῳ, λέγω δὲ τῷ ἀπαρεμφάτῳ.