Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 76
Not analysed yet
Ἀλλ᾿ ἔϲτι καὶ πρὸϲ ταῦτα φάναι, ὡϲ τὸ πρῶτον οὐκ ἀληθεύει τὸ μὴ ἐν ἀκολουθίᾳ εἶναι τὰ ἄρθρα· ἐν γὰρ τῇ δεούϲῃ ἀκολουθίᾳ αὐτὸ μόνον τῆϲ εὐθείαϲ ἐμπαθοῦϲ γινομένηϲ. ἀλλ᾿ ὅτι ὀφείλει καὶ ἐν ἀκολουθίᾳ εἶναι, δῆλον ἐκ τοῦ ϲυνηρτῆϲθαι αὐτὸ τοῖϲ κατὰ ἀκολουθίαν πτωτικοῖϲ, καὶ ἕνεκα τούτου ϲυνελεύϲεται τῇ τούτων ἀκολούθῳ κλίϲει· ἐπεὶ πῶϲ ἄρθρον ἂν γένοιτο; ἀλλ᾿ οὐδ’ ἐκεῖνό ἐϲτιν ἀναγκαϲτικὸν τοῦ πάντωϲ ἐν θέμαϲιν αὐτὸ καταγίνεϲθαι, ἵνα μὴ διὰ μιᾶϲ λέξεωϲ ἀκολούου μέροϲ λόγου καταλαμβάνηται, τῷ μὴ ἐν πλήθει λέξεων τὰ μέρη τοῦ λόγου διακεκρίϲθαι, ἐν δ᾿ ἐννοίᾳ ἰδίᾳ.