Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 76-2
Not analysed yet
Κἀκεῖνο δ᾿ ἔτι ἔϲτι παραϲτῆϲαι, ὡϲ ταῖϲ μὲν ὀρθοτονουμέναιϲ ἀρκτικαῖϲ οὔϲαιϲ παρείπετο καὶ μετατίθεϲθαι τοῦ ἰδίου τόπου, καθὸ καὶ ἐν τάϲει καὶ ἐν τῇ παρεπομένῃ γραφῇ ἀνελλειπεῖϲ οὖϲαι οὐκ ἐκωλύοντο τῆϲ μεταθέϲεωϲ· ἔκ γε μὴν τῶν ἐναντίων αἱ ἐγκλιτικαὶ προϲαπηρειϲμέναι πηρειϲμέναι προκειμένῳ τινὶ μορίῳ, ἐφ᾿ ὃ καὶ τὴν τάϲιν μετέθηκαν, οὐκ εἶχον ἐν δέοντι τὰ τῆϲ μεταθέϲεωϲ. ἐϲτέροντο γὰρ τοῦ παρεπομένου αὐταῖϲ ἰδιώματοϲ· πρὸϲ οὐδὲν γὰρ εἶχον τὰ τῆϲ ἐγκλίϲεωϲ μεταθέϲθαι. —ἐντεῦθεν καὶ μόνωϲ ἐγκλιτικαὶ ἐπενοήθηϲαν ἡ ϲφίν καὶ ἡ ϲφέ καὶ ἡ μίν καὶ ἡ τοί διὰ τοῦ τ γραφομένη, καὶ ἡ παρὰ Δωριεῦϲιν τύ κατ᾿ αἰτιατικὴν πτῶϲιν, καὶ αἱ δυϊκαὶ τοῦ τρίτου προϲώπου· οὐ γὰρ ῥημάτων ποτὲ προηγήϲαντο.