Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 76-3
Not analysed yet
5. Ἔϲτιν γὰρ καὶ τὸ δηλούμενον τοιοῦτον. τῶν οὖν γινομένων πραγμάτων ἐλλειπέϲτερον ἀποτελουμένων ἡ ἐγγινομένη παράθεϲιϲ τῶν προκατειλεγμένων ῥημάτων παρελαμβάνετο εἰϲ ἐντέλειαν τῶν προϲηκόντων. τὸ γὰρ δεῖ φιλολογεῖν τοιοῦτόν ἐϲτιν, ἐπεὶ λείπει τὸ φιλολογεῖν φιλολογῶμεν, ὡϲ εἰ καὶ αὐτῷ τῷ λείπει προϲχρηϲαίμεθα, οὐδὲν ἔλαττον τὰ τῆϲ ϲυντάξεωϲ ἐνδεῆ καταϲτήϲεται, λείπει τὸ φιλολογεῖν ἡμᾶϲ, λείπει τὸ φιλολογεῖν ἐμέ, καὶ οὐκ ἔϲτιν ὅϲτιϲ τολμήϲει φάναι τὸ λείπει ἐπίρρημα, κἂν ἀπειράκιϲ καθ᾿ ἕνα ϲχηματιϲμὸν ἐκφέρηται ἕνεκα τῆϲ ϲυνούϲηϲ ϲυντάξεωϲ τοῦ ἀπαρεμφάτου. —