Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 77
Not analysed yet
Ἀλλ᾿ εἰ καὶ τὸ τοιοῦτόν τιϲ μὴ δῴη, καθὸ καὶ μέρη λόγου ὄντα ἀνακόλουθα, οὐ μὴν διαφεύγοντα τὸν μεριϲμὸν τῆϲ ἐννοίαϲ ὑπὸ τὴν αὐτὴν ἰδέαν τοῦ μεριϲμοῦ παραλαμβάνεται (εἴγε τὸ ἐγώ τοῦ νῶϊ διέϲτηκε κατὰ πολύ, καὶ ἔτι τὸ ἡμεῖϲ, καὶ μενούϲηϲ τῆϲ ἐννοίαϲ μένει ἡ ταυτότηϲ τοῦ μεριϲμοῦ), ἐκεῖνό γε ἀληθεύϲει, ὡϲ τὰ ἐκτὸϲ γινόμενα τῆϲ ἰδίαϲ ἐννοίαϲ, κἂν πάνυ τῆϲ δεούϲηϲ ἀκολουθίαϲ ἔχηται κατὰ φωνήν, ὡϲ ἔχει τὰ τῆϲ ὁμοφωνίαϲ, οὐκ εἰϲ τὸν αὐτὸν μεριϲμὸν καταλήψεται. πῶϲ οὖν οὐ μᾶλλον περιγραφήϲεται τοῦ εἶναι ἄρθρον τὸ ὦ, ἀπονεῦϲαν καὶ τὴν ἀκολουθίαν τῶν φωνῶν κατὰ πάντα τρόπον καὶ ἔτι τὴν ἔννοιαν τοῦ ἄρθρου; ὑποτεμνέϲθω δὲ ὁ λόγοϲ εἰϲ τὸ τοιοῦτον, ὡϲ οὔτε παρὰ τὸ ἀκόλουθον τῶν φωνῶν οὔτε μὴν παρὰ τὸ ἀνακόλουθον τὰ τοῦ λόγου καταϲτήϲεται μέρη, ὡϲ δὲ πρόκειται, ἐκ τῆϲ παρεπομένηϲ ἰδιότητοϲ.