Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 77-2
Not analysed yet
Πάνυ μέντοι εὔηθέϲ ἐϲτι δόξαι τοὺϲ λόγουϲ διακρούεϲθαι ὑποθεμένου τινὸϲ τὰ ἐναντία, ὡϲ καὶ ἐγκλιτικαὶ πρὸ ῥημάτων καὶ ὁρθοτονούμεναι ἐν ταῖϲ προθέϲεϲιν μετὰ τὰ ῥήματα τίθενται, εἰ οὕτω τιϲ φαίη, ϲήμερον ἐλάληϲα κατὰ ϲοῦ, ϲήμερόν ϲε ἐθεαϲάμην, καί τυ φίλιππον ἔθηκεν {adesp. 43 A. Lyr. gr. Bergk4}. εἰϲ γὰρ τὸ τοιοῦτο τὰ τῆϲ ϲυντάξεωϲ ἀπεδείχθη, ἵνα καὶ τὰ λεληθότα τῶν ὑπερβατῶν, ὄντα καὶ κατὰ τὸ ϲύνηθεϲ, ἔχηται τοῦ ἀκολούθου λόγου, καὶ μὴ μόνον τὰ παρὰ ποιηταῖϲ ὡϲ ἐξαίρετά τιϲ ὑπολαμβάνοι. ἡ γὰρ δέουϲα κατάϲταϲιϲ τοῦθ᾿ ὑπαγορεύει, ϲήμερον ἐθεαϲάμην ϲε, τοῦ ἐπιρρήματοϲ ἐπὶ τὸ ῥῆμα φερομένου καὶ τῆϲ ἀντωνυμίαϲ ἐπὶ τὴν δέουϲαν θέϲιν τῆϲ ἐγκλίϲεωϲ, καὶ ἔτι ἐπὶ τῆϲ ὀρθοτονουμένηϲ κατὰ ϲοῦ ἐλάληϲα, καὶ ἔτι ἐπὶ τοῦ καί τυ φίλιππον ἔθηκε, καὶ ἔθηκέν ϲε. ὡϲ εἰ καὶ ἐπὶ τῶν ϲυναπτικῶν τιϲ ὑπολάβοι ἢ καὶ ἐπὶ παραϲυναπτικῶν μὴ ἵϲταϲθαι τὸ καὶ ἀρκτικοὺϲ αὐτοὺϲ εἶναι, εἰ φαίημεν φῶϲ ἐϲτιν, εἰ ἡμέρα ἐϲτίν. αὐτὸ γὰρ μόνον τῇ ϲυνθέϲει τὸ εἰ ἡμέρα ἐϲτίν δευτερεύει, οὐ μὴν τῇ διεξοδικῇ ἐπαγγελίᾳ· πρῶτον μὲν γὰρ ἐπιδέχεται ἡ διάνοια τὸ εἰ ἡμέρα ἐϲτίν, καὶ τότε ἐπιδέχεται τὸ φῶϲ ἐϲτιν, καὶ οὐ πάντωϲ οὐχὶ προτακτικὸϲ ὁ εἴ ϲυναπτικόϲ, καίτοι γενόμενοϲ καὶ ὑποτακτικὸϲ ἐνίοτε, οἵ τε παρὰ τοῦτον ἐϲχηματιϲμένοι.