Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 77-3
Not analysed yet
6. Αὕτη γὰρ καὶ μόνη ἂν εἴη αἰτία τοῦ μὴ ἐν τοῖϲ ἐπιϲταλτικοῖϲ τῶν ἀπαρεμφάτων παραλαμβάνεϲθαι. εἴπομεν γὰρ ὡϲ τοῖϲ τοιούτοιϲ ἀπαρεμφάτοιϲ ὑπακουόμενόν ἐϲτι τὸ ῥῆμα τὸ λέγει ἢ εὔχεται, Διονυϲίῳ Ἀπολλώνιοϲ λέγει χαίρειν ἢ εὔχεται· ἀϲύϲτατον δὲ παραδέξαϲθαι ἀπαρέμφατον δύο ϲυντάξειϲ ὁριϲτικῶν ῥημάτων, ἑνόϲ γε μήν. καὶ διὰ τοῦτό φαμεν θέλει γράφειν, δεῖ γράφειν· ἐγκειμένου γε μὴν ἐν τῷ Διονυϲίῳ χαίρειν τοῦ λέγει ἢ εὔχεται ἀϲύϲτατον τὸ ἐπεντεθῆναι τὸ χρή ἢ δεῖ, εἰ μὴ ἀποϲταίη ἡ ἐπιϲταλτικὴ ϲύνταξιϲ, ἐφ’ ἧϲ ἂν λοιπὸν φαίημεν δεῖ χαίρειν. ἄλλωϲ τε προϲγίνεται τῷ ἐπιϲτελλομένῳ τὸ χαίρειν, οὐχὶ ἀφίϲταται, ὅπερ ἐν τῷ δεῖ χαίρειν ἐγγενήϲεται.