Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 78
Not analysed yet
Φηϲὶ γοῦν ὁ Τρύφων· «Καθότι ἡ κλητικὴ ὄνομα, κἂν δεύτερον πρόϲωπον ᾖ, καὶ τὸ ὦ ἄρθρον ἐϲτὶ ϲυνοδεῦον τῇ ϲυνηρτημένῃ κλητικῇ». Ἀλλὰ τὸ μὲν ὄνομα διαϲῴζει τὸ ἴδιον κατὰ πᾶϲαν πτῶϲιν, εἴγε οὐκ ἴδιον αὐτῷ παρέπεται τὸ κατὰ πρόϲωπα ἐγγίνεϲθαι, ὅπου γε καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ παραλαμβάνεται, εἰμὶ Ὀδυϲϲεύϲ, καὶ ἐπὶ δευτέρου προϲώπου Ὀδυϲϲεὺϲ εἶ· ϲυνοῦϲαν γὰρ ἔχει τὴν ἰδίαν ποιότητα. γε μὴν τοῦ ἄρθρου παράθεϲιϲ ἓν ἰδίωμα ἔχει τὴν τῶν τρίτων προϲώπων ἀναπόληϲιν, ἐναντιώτατον τ᾿ ἔχει τὸ ὑπ’ ὄψιν παραλαμβανόμενον πρόϲωπον, ὅπου γε καὶ τὸ ἐμόϲ ἐϲτι, προϲλαμβάνον τὸ ἄρθρον κατὰ τὸ τρίτον πρόϲωπον, οὐκέτι προϲλαμβάνει ἐν τῷ ἐμὸϲ εἶ διὰ τὴν πρὸϲ τὸ δεύτερον πρόϲωπον ϲύνταξιν. εἴπερ οὖν ταὐτὸ μόριον παρὰ τὸ διάφορον πρόϲωπον καὶ ἄρθρον προϲλαμβάνει καὶ οὐ προϲλαμβάνει, πῶϲ οὐ μᾶλλον καὶ τὸ τῇ φωνῇ παραλλάξαν ἐκϲτήϲεται τῆϲ τοῦ ἄρθρου παραθέϲεωϲ, μάλιϲτά γε τῆϲ φωνῆϲ ἐνδειξαμένηϲ διὰ τῆϲ πάμπαν ἀνακολουθίαϲ τὸ ἀκοινώνητον τῶν ἄρθρων; ζητούϲηϲ ἄρα τῆϲ κλητικῆϲ δεύτερον πρόϲωπον, περιϲϲὸν ζητεῖν εἰ τὸ ὦ ἄρθρον ἐϲτί.