Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 78-2
Not analysed yet
Ὀρθοτονοῦνται καὶ ὅϲαι ἐκ προϋπηργμενηϲ χάριτοϲ τὴν ἐναντάν διάθεϲιν ὁμολογοῦϲιν, ἐμοὶ ἐτόλμηϲεν ταῦτα ποιῆϲαι, ἐμὲ ὑπέμεινεν ὑβρίϲαι. καὶ ϲαφὲϲ ὅτι ϲυντείνει πάλιν ἐπὶ τὸν προειρημένον λόγον. τοιοῦτον γάρ ἐϲτιν· ἄλλον ὤφειλεν ὑβρίϲαι, οὐκ ἐμὲ τὸν παρ᾿ αὐτῷ τίμιον. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν παραλαμβανομένων ἐκ προϋπηργμένηϲ ἀδικίαϲ, δεῖ ἐμοῦ ὁρῶντοϲ ἐκεῖνον αἰκίζεϲθαι· οὐκ ἄλλου γὰρ ἢ ἐμοῦ τοῦ προαδικηθέντοϲ.