Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 78-3
Not analysed yet
Ἑξῆϲ ῥητέον καὶ περὶ τῶν ϲυνταϲϲομένων πτώϲεων τοῖϲ ἀπα ρεμφάτοιϲ. Καὶ πρῶτόν γε ἐξεταϲτέον, εἰ ἀληθεύει τὸ ἐπὶ αἰτιατικὴν αὐτὰ πάντωϲ φέρεϲθαι, ὡϲ ἐν τῷ χρή καὶ δεῖ, χρὴ ἀναγινώϲκειν Διονύϲιον, καὶ τοῖϲ τοιούτοιϲ. ἦν μέντοι τὸ ἀληθεῦον τοῦ λόγου, ὡϲ οὐκ αὐτὰ τὰ ἀπαρέμφατα πάντωϲ αἰτιατικὴν ἀπαιτεῖ, πτῶϲιν δὲ τὴν καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ καὶ τῇ ὑπολοίπῳ ἐγκλίϲει ϲυνταϲϲομένην. ἔϲτι γὰρ τὰ τοῦ λόγου οὕτωϲ ἔχοντα.