Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 79
Not analysed yet
Πῶϲ οὖν κατελέχθη πρὸϲ πάντων; φαίην ἂν ϲυνεκδρομῇ τῶν ἄλλων πτώϲεων, ἐπεὶ τὰ ταύταιϲ ϲυνιδιάϲαντα ἄρθρα ἐκαλεῖτο, ᾧ λόγῳ ϲυλλαβαὶ καὶ αἱ μονογράμματοι· ἦν δὲ ἴδιον κλητικῆϲ τὸ ὦ.