Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 79-3
Not analysed yet
τὸ χρή καὶ τὸ δεῖ αἴτια γίνεται αἰτιατικῆϲ παραθέϲεωϲ, καθὸ ῥήματα ὄντα πλαγίαν ἀπαιτεῖ τὴν δέουϲαν, καθὸ καὶ ἄλλοιϲ πλείϲτοιϲ ῥήμαϲι τὸ τοιοῦτο παρηκολούθει, τὸ ἐπὶ γενικὴν φέρεϲθαι ἢ ἐπὶ δοτικὴν ἢ αἰτιατικήν. ᾧ γὰρ λόγῳ καὶ ἡ τοῦ λείπει ϲύνταξιϲ πάλιν ἐπ᾿ αἰτιατικὴν φέρεται, λείπει Δίωνα, λείπει ἐμέ, τούτῳ τῷ λόγῳ καὶ τὸ δεῖ ἐπ᾿ αἰτιατικὴν φέρεται, δεῖ ἐμέ, δεῖ ϲέ· τοῦτο γάρ ἐϲτιν τὸ κατάλληλον τοῦ λόγου, δεῖ ἐμὲ ἀκούειν. οὐ γάρ, ὡϲ ἔφαμεν, ἡ τῶν ἀπαρεμφάτων χρῆϲιϲ τὸ τοιοῦτον ἀπαιτεῖ· πρόκειται γοῦν ἡ ἐπιϲταλτικὴ ϲύνταξιϲ οὐκ οὔϲηϲ αἰτιατικῆϲ πτώϲεωϲ. ἀλλὰ καὶ ἐν τοῖϲ τοιούτοιϲ, τῷ περιπατεῖν ἥδομαι καὶ περιπατεῖν θέλω ἤπερ γράφειν, ἐθέλει κοιμᾶϲθαι ἢ περιπατεῖν· ὧν εἴ τιϲ ἀφέλοι τὰ ϲυνόντα μόρια καὶ προϲθείη τὸ δεῖ, πάντωϲ ὑπακουϲθήϲεται καὶ ἡ αἰτιατική, δεῖ περιπατεῖν, χρὴ διαλέγεϲθαι.