Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 80
Not analysed yet
Οὐ παρέλκον δέ ἐϲτι καὶ διὰ τῆϲ φωνῆϲ παραϲτῆϲαι τὸ ἀκόλουθον τῶν ἄλλων ὡϲ πρὸϲ τὴν ἀντιπαράθεϲιν τοῦ ὦ. Τὸ μὲν τῆϲ εὐθείαϲ, ἀποβαλὸν τὸ τ, ἀναγκαῖον καὶ ἕτερον πάθοϲ ἀνεδέξατο, λέγω τὴν ἀποβολὴν τοῦ ϲ· ἔμελλε γὰρ ταὐτὸν γενέϲθαι τῷ ὑποτακτικῷ, οὗ τὰ τῆϲ ϲυντάξεωϲ οὐ ταὐτὰ ἀπαιτεῖ τῷ προτακτικῷ, ὡϲ δεδείξετι ἐν τῷ περὶ ὑποτοκτικῶν, καὶ ἐντεῦθεν ἔμελλε τὰ τοῦ λόγου ὡϲ ἀκαταλληλότερα φαίνεϲθαι. —ὅτι γὰρ καὶ τὸ ϲ λείπει, ϲαφὲϲ 1. ἐκ τοῦ τὴν αὐτὴν εἶναι κατάληξιν προτακτικῶν καὶ ὑποτακτικῶν, ἔϲτι δὲ τὸ ὑποτακτικὸν ὅϲ, καθότι καὶ ἐπὶ τοῦ οὗ καὶ τοῦ, καὶ ᾧ καὶ τῷ, καὶ ὅν καὶ τόν. —2. ϲαφὲϲ κἀκ τοῦ πληθυντικοῦ· τῶν γὰρ εἰϲ οι πληθυντικῶν τὰ ἑνικὰ εἰϲ οϲ, κἂν ἐκ ϲυνῃρημένων ᾖ, ὡϲ ἐπὶ τοῦ χρυϲοῦϲ καὶ τῶν ὁμοίων. —3. ϲυμφανὲϲ δὲ κἀκ τῶν πλαγίων πτώϲεων, εἴγε ἅπαϲαι αἱ τοιαῦται τῶν εἰϲ οϲ εὐθειῶν εἰϲι (καὶ ἔτι ἡ Θεϲϲαλικὴ διαίρεϲιϲ κατὰ γενικήν, λέγω ἐπὶ τῆϲ τοῖο, ὡϲ καλοῖο). —4. ἐκ θηλυκοῦ τε τοῦ η· πάλιν γὰρ τοῖϲ εἰϲ οϲ λήγουϲι τὸ τοιοῦτον γένοϲ παράκειται.