Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 80-3
Not analysed yet
Οὐχὶ οὖν καὶ τὰ ἀπαρέμφατα οἶδεν αἰτιατικήν; Οὐ τὴν ἐν τῷ καθόλου, ἀλλὰ τὴν ἐμφερομένην ἐν ταῖϲ ὑπολοίποιϲ ἐγκλίϲεϲιν, φιλεῖ Θέωνα, φίλει Τρύφωνα, ἐὰν φιλῇ Τρύφωνα, καὶ οὕτωϲ γίνεται φηϲὶ φιλεῖν Τρύφωνα. ἔνθεν γὰρ καὶ δύο αἰτιατικαὶ προϲγίνονται τῇ τοιαύτῃ ϲυντάξει.