Ancient Greek · ~7 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 81
Not analysed yet
1. Οὐ γὰρ εἰϲ η ἔληξεν, εἰ μὴ ϲυντάξεωϲ εἴχετο τῆϲ τοῦ τ, καθότι καὶ τῷ νοητόϲ τὸ νοητή παράκειται. —2. ἰδοὺ δὲ καὶ τὸ λεῖπον τ ἀνεπλήριωϲε τὸ Δώριον ἔθοϲ, τοὶ ἄνθρωποι, ταὶ γυναῖκεϲ, οὐκ ἀπιθάνωϲ· ἡ γὰρ διάλεκτοϲ κατάπυκνοϲ ἐπὶ τὴν τοῦ τ χρῆϲιν, προτί, λέγοντι, φαντί, πέρυτι, τύ, ἄλλα μυρία· εἰ γὰρ ἐκ μεταπτώϲεώϲ ἐϲτι τὰ τῆϲ χρήϲεωϲ, πολλῷ μᾶλλον ἐφελκύϲεται τὸ λεῖπον. —3. ϲαφὲϲ κἀκ τοῦ πνεύματοϲ· οὐ γὰρ ἄλλωϲ δαϲύνεται τὰ ἄρθρα, εἰ μὴ ἀποβάλοι τὸ τ. —4. ἔϲτι δὲ πιϲτώϲαϲθαι κἀκ τοῦ οὐδετέρου, ἀρξαμένου τῶν ἄρθρων μιμοῦνται τὴν ἐν τοῖϲ ὀνόμαϲι κλίϲιν, κλητικὴ δ᾿ οὐδέποτε πλείονι χρόνῳ χρῆται εὐθείαϲ, πῶϲ τὸ ὦ πλεῖόν ἐϲτι τοῦ ὁ; —2. τί γὰρ μᾶλλον οὐκ εἰϲ ε ἔληξεν ὡϲ πρὸϲ ἀκολουθίαν γενικῆϲ τῆϲ τοῦ καὶ αἰτιατικῆϲ τῆϲ τόν; —3. ἐν θηλυκοῖϲ τε διὰ τί οὐχ ὁμοφωνεῖ εὐθεῖα κλητικῇ, καὶ ἔτι ἐν οὐδετέροιϲ; —4. πῶϲ οὐχὶ καὶ κατὰ τὴν πληθυτικὴν προφορὰν αἱ εὐθεῖαι ταῖϲ κλητικαῖϲ ὁμοφωνοῦϲιν, ὅπερ ἔϲτιν ἐπὶ παντὸϲ πτωτικοῦ παραδέξαϲθαι τοῦ ϲυνέχοντοϲ κλητικήν; —5. πῶϲ δαϲυνομένων τῶν δίχα τοῦ τ ἐκφερομένων ἄρθρων αὐτὸ ψιλοῦται; —6. πῶϲ δ᾿ οὐχ ὁμοτονεῖ ταῖϲ εὐθείαιϲ; οὐ γὰρ ἀνέφικτον τὸ ω εἰϲ ὀξεῖαν τάϲιν, καθότι ἔνιαι τῶν ϲυλλαβῶν. —7. τί δέ, εἰ περιϲπᾶται, οὐκ ἐνεκλίθη κατὰ τὰϲ Αἰολικὰϲ ἀναγνώϲειϲ ὑπ’ Ἀριϲτάρχου, καθὸ καὶ τὰ ἄλλα τῶν περιϲπωμένων ἄρθρων; ἐν ὑπονοίᾳ καὶ αὐτὸϲ οὐκ εἶχε τὸ μόριον. —8. διὰ τί οὐκ ἀπὸ τοῦ τ ἤρξατο ὡϲ τὰ ἄλλα τῶν προτακτικῶν οὐ γὰρ ἀφορμή τιϲ ἀποβολῆϲ τῆϲ τοῦ τ. —9. διὰ τί ὑποτακτικὸν οὐκ ἔχει; ἢ καθότι οὐδὲ προτακτικὸν ἄρθρον ἐϲτί.