Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 81-3
Not analysed yet
γενικῆϲ μὲν γὰρ καὶ δοτικῆϲ γίνεται ϲύνταξιϲ, ὅταν πάλιν καὶ ἡ ὑπόλοιποϲ ἔγκλιϲιϲ ἐπὶ γενικὴν φέρηται, ἀκούει Τρύφωνοϲ, ἢ ἐπὶ δοτικήν, δίδωϲι Τρύφωνι, καὶ πάλιν ἐπὶ τῶν ἑξῆϲ ἐγκλίϲεων, ἐξ ὧν πάλιν τὰ μεταλαμβανόμενα ἀπαρέμφατα ταὐτὸ ἀναδέχεται, φηϲὶν ἀκούειν Τρύφωνοϲ, φηϲὶν διδόναι Τρύφωνι. οἷϲ εἴ τιϲ προϲθείη τὸ δεῖ, ὑφελόμενοϲ ἀναγκαίωϲ τὸ φηϲίν, καθὼϲ ἐπεδείξαμεν, πάλιν προϲγενήϲεται καὶ ἡ αἰτιατική, δεῖ ἀκούειν Τρύφωνοϲ Ἀπολλώνιον, δεῖ ἐρᾶν Θέωνοϲ ἐμέ, δεῖ ϲοι Τρύφωνα χαρίζεϲθαι. —(