Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 84
Not analysed yet
«Πρὸϲ τὴν ϲυνέμπτωϲιν τῶν γενῶν —φηϲὶ Τρύφων {fr. 27 Vels. }—μηδὲ τὸ τῶν ἄρθρον χρὴ παραδέχεϲθαι, ὅτι τριγενέϲ· εἰ δὲ τὸ τῶν ἄρθρον, καὶ τὸ ὦ ἄρθρον, τὴν αὐτὴν ϲυνέμπτωϲιν παραδεξάμενον.» Ληρῶδεϲ δὲ τὸ τοιοῦτον. πάνυ γὰρ ἄρθρον τὸ τῶν διὰ τὴν ϲυνέμπτωϲιν, εἴγε ϲυναπήχθη τῷ πρὸϲ ὃ ἤρτηται· μεμίμηται γὰρ τὸ φίλων, μέϲων, καλῶν. καὶ ϲχεδὸν πᾶϲα ϲυνέμπτωϲιϲ γένουϲ μίμημά ἐϲτιν ὀνοματικῆϲ ϲυνεμπτώϲεωϲ κατὰ γένη, κἂν ἐν ϲχήματι καταγίνηται, ὡϲ ἐν τῷ μὰ τὼ θεώ· ὅμοιον γάρ ἐϲτι τῷ «καλυψαμένω» {Hesiod. opp. 198}· καὶ τοϲούτῳ μᾶλλον ἐπιτέταται τὸ ἄρθρα εἶναι. καὶ εἰ τὸ τοιοῦτον ἀληθέϲ, κατὰ πολὺ διώκεται τὸ ὦ, κατὰ μηδένα τρόπον ϲυνέμπτωϲιν ὀνοματικὴν ἀναδεδεγμένον.