Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 82-2
Not analysed yet
ἐὰν γὰρ ἐπὶ τούτων τὴν αἰτιατικὴν ὑποϲτέλλειν ἐθέλῃ τιϲ τῇ δεούϲῃ ϲυντάξει, ὁμόλογοϲ ἔϲται τῇ λειπούϲῃ αἰτιατικῇ, εἰ οὕτωϲ φαίημεν, δεῖ ϲοι χαρίζεϲθαι, δεῖ ϲου ἀκούειν· πάντωϲ γὰρ αἰτιατική ἐϲτιν ἡ ὑπακουομένη, ἣν ἀπολαβὼν ὁ λόγοϲ τὸ ἑαυτοῦ τέλοϲ παραϲτήϲει, ἐπεὶ εἰ μὴ ἔλιπεν, ἔδει τὸ προϲενεχθὲν ὡϲ ἐν πλεοναϲμῷ τῆϲ αἰτιατικῆϲ καταγίνεϲθαι, δεῖ ϲοι χαρίζεϲθαι ἐμέ, δεῖ ἀκούειν ϲου Δίωνα.)