Ancient Greek
83 to 85
Apollonius Dyscolus, Περὶ συντάξεως 83-2-85
Not analysed yet
Τούτων οὖν τῇδε ἐχόντων, ἐὰν ὡϲ εἴπομεν τὸ ῥῆμα φύϲει φέρηται ἐπ᾿ αἰτιατικήν, λέγω τὸ ἀπαρέμφατον, τὸ τηνικαῦτα καὶ δύο αἰτιατικαὶ προϲγίνονται, μία μὲν ἐκ ϲυντάξεωϲ τοῦ δεῖ καὶ χρή, ἑτέρα δὲ ἐκ τῆϲ τοῦ ἀπαρεμφάτου ϲυντάξεωϲ, ὡϲ ἔχει τὰ τοιαῦτα, δεῖ Τρύφωνα διδάϲκειν Διονύϲιον, δεῖ ϲὲ ἐμὲ τιμᾶν. Ἕϲτι καὶ ἑτέρα ϲύνταξιϲ δύο αἰτιατικὰϲ ἀποτελοῦϲα, ὁπηνίκα καὶ τὰ ἐγκείμενα ῥήματα ἐπ᾿ αἰτιατικὰϲ φέρεται, οἷον τὸ ἀναγκάϲαι, τὸ ποιῆϲαι, τὰ ὅμοια· φέρεται γὰρ ἐπ᾿ αἰτιατικήν. ἀλλὰ καὶ τὸ ἑλεῖν, ὑβρίϲαι, τὰ τούτοιϲ ὅμοια. ἐφ᾿ ἧϲ ἂν ϲυντάξεωϲ γένοιτο ἀνάγκαϲόν με ὑβρίϲαι ϲε, ποίηϲον Τρύφωνα φιλεῖν Ἀπολλώνιον. Ἑκ δὴ τῶν τοιούτων ϲυντάξεων καὶ τὰ ἀμφίβολα γίνεται. γενικῆϲ μὲν γὰρ ϲυνούϲηϲ ἢ δοτικῆϲ εὔληπτα τὰ τοῦ λόγου ἐϲτίν, λέγουϲι Τρύφωνα ἀκούειν Ἀπολλωνίου, ποίηϲον Τρύφωνα χάριϲαϲθαι Ἀπολλωνίῳ· οὐ μὴν ἐν τῷ δὸϲ δέ τ᾿ ἔμ᾿ ἄνδρα ἑλεῖν {ε 118}, ϲυνέβη ἐμὲ φιλεῖν Τρύφωνα· προϲνεῦον γὰρ τὸ ἀπαρέμφατον ἀμφοτέραιϲ ταῖϲ αἰτιατικαῖϲ οὐκ ἐμφανῆ καθίϲτηϲι τὸν ἐνεργοῦντα καὶ τὸν ἐνεργούμενον.