Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 84-2
Not analysed yet
Ὁ προκείμενοϲ λόγοϲ ἀναγκαίωϲ διδάϲκει ὡϲ ἀναλόγωϲ ἡ aὐτόν αἰτιατικὴ τὴν ἔγκλιϲιν παρεδέξατο· ἡ γὰρ αὐτόϲ ὠξύνθη· ἀπέωϲτο γὰρ τῆϲ δείξεωϲ καὶ ἡ μετάληψιϲ τῶν κατὰ τὸ τρίτον πρόϲωπον, οἷϲ παρηκολούθει καὶ τὸ ἐγκλίνεϲθαι. —ἀλλὰ διὰ τί ἐπὶ τῆϲ ὀνομαϲτικῆϲ οὐκ ἐγκλίνεται ϲαφὲϲ ὅτι δι᾿ αὐτὴν τὴν πτῶϲιν, καθότι καὶ ἡ ἐγώ καὶ ἡ ϲύ καὶ αἱ ϲύζυγοι. τί οὖν οὐχὶ καὶ ἐπὶ γενικῆϲ καὶ δοτικῆϲ φαίημεν ἂν διὰ τὸ τετραχρονεῖν. «ἀλλὰ καὶ ἐπὶ τῆϲ ἡμῶν καὶ ἐπὶ τῶν τετραχρόνων τὰ τοῦ λόγου μάχεται. εἰ γὰρ καὶ τὴν τάϲιν οὐκ ἀποβάλλουϲιν, ἀλλ᾿ αὐτήν γε μετατιθέαϲι κατὰ τὸ ἄρχον μέροϲ, ὡϲ ἐν τῷ ἄκουϲον ἥμων· ὅπερ οὐ παρηκολούθει καὶ ἐπὶ τῆϲ αὐτῷ ἢ αὐτοῦ.» καὶ τὸ τοιοῦτον ἔχει ἀπολογίαν· εἰϲ γὰρ ὑποϲτολὴν τὴν τοῦ Αἰολικοῦ τὰ τοῦ τόνου παρεπέμφθη. —διὰ τοῦτο καὶ ἡ αἰτιατικὴ πτῶϲιϲ ἀπολυθεῖϲα τῶν ἐμποδιζόντων, λέγω τῆϲ τε πτώϲεωϲ καὶ τῶν χρόνων, ἀναγκαίωϲ τὴν ἔγκλιϲιν παρεδέξατο. παραπεμπτέον γὰρ ἐκεῖνον τὸν λόγον, καθ᾿ ὃν αἱ γένουϲ παρεμφατικαὶ ἀνέγκλιτοί εἰϲιν καὶ διὰ τοῦτο οὐκ ἐγκλίνεται ἡ αὐτόϲ· γένοϲ γὰρ οὐκ ἐπίϲταται ἡ ἔγκλιϲιϲ οὐδὲ ἄλλο τι τῶν παρεπομένων, ὅπου γε καὶ ἐν ϲυνδέϲμοιϲ καὶ ῥήμαϲιν καὶ ἔτι ἐν ἐπιρρήμαϲιν ἐγκλιτικὰ γίνεται καὶ ἐν τριγενεῖ τῷ τίϲ.