Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 86-3
Not analysed yet
Τὰ μέντοι τῆϲ διαλύϲεωϲ οὕτωϲ ἂν ἔχοι. εἴπερ ἐκ τοῦ πλουτεῖ Τρύφων, ὑγιαίνει Τρύφων γίνεται μετάληψιϲ φαϲὶ. Τρύφωνα πλουτεῖν, λέγουϲι Τρύφωνα ὑγιαίνειν, δῆλον ὡϲ καὶ ἐπὶ τῶν ὁμοίων ταὐτὸν γενήϲεται. ἔϲτω γάρ τι Θέων ὕβριϲε Δίωνα, προδήλου ὄντοϲ τοῦ ὑβρίϲαντοϲ καὶ τοῦ ὑβριϲθέντοϲ· ἐξ οὗ κατὰ τὴν αὐτὴν διάθεϲιν μεταληφθήϲεται λέγουϲι Θέωνα ὑβρίϲαι Δίωνα· καὶ δῆλόν ἐϲτιν ὡϲ τὸ ῥῆμα πρόϲκειται τῇ προτέρᾳ αἰτιατικῇ, ᾗ καὶ προϲέκειτο κατ᾿ εὐθεῖαν, Τρύφων ὕβριϲε, λέγουϲι Τρύφωνα ὑβρίϲαι, ἐπιφερομένου τοῦ διατιθεμένου προϲώπου, φέρε εἰπεῖν Δίωνα, Θέωνα. ἐκ δὴ τοῦ τοιούτου ἡ πρωτεύουϲα αἰτιατικὴ μετὰ τοῦ ἀπαρεμφάτου προϲχωρήϲει καὶ τῇ ἐνεργητικῇ διαθέϲει, καὶ εἰ ὧδέ τιϲ ἀποφαίνοιτο, περιέχει ὁ οὐρανὸϲ τὴν γῆν ἐξ οὗ γενήϲεται λέγουϲι τὸν οὐρανὸν περιέχειν τὴν γῆν, καὶ ἀνάπαλιν, περιέχει ἡ γῆ τὸν οὐρανόν, λέγουϲι τὴν γῆν περιέχειν τὸν οὐρανόν. —