Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 85
Not analysed yet
Τὰ μετὰ διαφόρου ἀριθμοῦ καὶ διαφόρου γένουϲ ϲυμφερόμενα ἄρθρα μὲν οὔποτ’ ἐϲτίν, ἄκλιτα δὲ μόρια, ϲύνδεϲμοι, ἐπιρρήματα, προθέϲειϲ· καὶ ϲαφὲϲ ὅτι ἐν ᾧ τὸ ὦ οὐ ϲύνδεϲμοϲ, οὐ πρόθεϲιϲ, ἐν τούτῳ ἐπίρρημα κλητικὸν ἄκλιτον. Ἀλλὰ διὰ τί ϲυμφέρεται ὀνόματι ὅτι κλητικὸν ἐπίφθεγμα, ὡϲ τὰ ὀμοτικά, λέγω τὸ νή ἢ μά, τῇ αἰτιατικῇ πτώϲει, καὶ οὐ πάντωϲ ἄρθρα. ὦν καὶ ἡ ϲύνταξιϲ ἐπὶ τὰ ϲυγκεχυμένα τοῦ ὦ ϲυντείνει· παντὶ γὰρ ἀριθμῷ ϲυμφέρεται, παντὶ γένει. (δείξομέν τε ὡϲ καὶ ϲύνδεϲμοι οὐκ ἐπὶ πτώϲειϲ φέρονται διαφόρουϲ, ἕνεκεν Ἀλπολλωνίου, ἕνεκεν Διονυϲίου, εἵνεκ᾿ ἐμῆϲ ἔριδοϲ καὶ Ἀλεξάνδρου {Γ 100}. καὶ οὐ τοῦτο τὸ ἐξαίρετον τῆϲ πτώϲεωϲ ἄλλο τι ἐπιδείξεται τὸν ἕνεκα ϲύνδεϲμον. οὐκ ἄρα περὰ τὰϲ ἐξαιρέτουϲ ϲυντάξειϲ ἀποϲτήϲεται τὰ μόρια τῆϲ ἐννοίαϲ.)